Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε• νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Ὁ Χορός (Δέξ.):
Ἐν τή Γεννήσει τήν Παρθενίαν ἐφύλαξας, ἐν τή Κοιμήσει τόν κόσμον οὐ κατέλιπες, Θεοτόκε• Μετέστης πρός τήν Ζωήν, Μήτηρ ὑπάρχουσα τῆς Ζωῆς, καί ταῖς πρεσβείαις Σαῖς λυτρούμενη, ἐκ θανάτου τάς ψυχᾶς ἠμῶν.
Ὁ χορός (Ἀριστ):Κοντάκιον, αὐτομελόν. Ἦχος β΄.
Τήν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καί προστασίαις ἀμετάθετον ἐλπίδα, Τάφος καί Νέκρωσις οὐκ ἐκράτησεν• ὡς γάρ Ζωῆς Μητέρα, πρός τήν Ζωήν μετέστησεν,
ὁ μήτραν οἰκήσας Ἀειπάρθενον.
Οἱ Χοροί (ἐναλλάξ ἐκ τοῦ Δεξιοῦ):
Ἀπόστολοι ἐκ περάτων συναθροισθέντες ἐνθάδε, Γεθσημανή τῷ χωρίω Κηδεύσατέ μου τό Σῶμα• καί Σύ, Υἱέ καί Θεέ μου, παράλαβέ μου τό Πνεῦμα.
Ὁ γλυκασμός τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε, Μήτηρ Κυρίου, ἀντιλαβού μου καί ρύσαι, τῶν αἰωνίων βασάνων.
Καί σέ μεσίτριαν ἔχω, πρός τόν Φιλάνθρωπον Θεόν• μή μοῦ ἐλέγξη τάς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων. Παρακαλῶ Σέ, Παρθένε, βοήθησον μοί ἐν τάχει.
Χρυσοπλοκώτατε Πύργε καί Δωδεκάτειχε πόλις, Ἡλιοστάλακτε Θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον Θαῦμα, πῶς Γαλουχεῖς τόν Δεσπότην.
Ψάλλονται τα εγκώμια:
Στάσις πρώτη
Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί,
ἡ Θεὸν ἐν τῇ γαστρί σου
χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά,
τὸ ἐν σοί, Παρθενομῆτορ,μυστήριον,
τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς.
Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς,
εἰ καὶ τάφῳ σμικροτάτω συγκέκλεισαι,
ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ.
Γέφυρα ὑψοῦται, ἡ μετάγουσα πρίν,
ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον,
τοὺς θανόντας παραβάσει τοῦ Ἀδάμ.
Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί,
πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο,
τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.
Ἔχαιρον χορείαι, Οὐρανίων Νοῶν,
ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι,
εἰς οὐράνια σκηνώματα ἁγνή.
Ζῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ,
ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας,
ἀξιῶσαι εὐφροσύνης ἀληθῶς.
Ἡ λαμπὰς ἡ θεία, τοῦ ἀρρήτου φωτός,
φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου,
μὴ ἐλλείπης Ἀγαθὴ τοὺς ἐπὶ γῆς.
Θρόνος τοῦ ὑψίστου γενομένη ἁγνή,
ἀπὸ γῆς πρὸς οὐρανὸν μεταβέβηκας,
μεταστᾶσα εἰς αἰώνιον ζωήν.
Ἱερέων πέλεις, καύχημα εὐλαβῶν,
Ἐκκλησίας τὸ ἀκράδαντον στήριγμα,
καὶ Ὁσίων Ἀσκητῶν ἡ ἀρωγός.
Κλῖμαξ ἡ ἁγία, ἢν προεῖδε σαφῶς,
Ἰακὼβ δι’ ἧς κατέβη ὁ Ὕψιστος,
ἀνυψοῦται ἀπὸ γῆς πρὸς οὐρανόν.
Λόγος τοῦ Ὑψίστου, ὁ ἀρρήτως τεχθεὶς
ὑπὸ σοῦ, Θεοκυήτωρ,
μετέστησεν ἐκ τῆς γῆς πρὸς τὴν ἀθάνατον ζωήν.
Μαριὰμ πῶς θνῄσκεις, πῶς τῷ τάφῳ οἰκεῖς,
τῆς ζωῆς τὸν χορηγὸν ἡ γεννήσασα,
τοὺς νεκροὺς ἐξαναστήσαντα φθορᾶς;
Νύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς,
Ἰησοῦ τοῦ Θείου Λόγου γινώσκομεν,
κἄν ἐν τάφῳ σὲ ὁρῶμεν ὡς φθαρτήν.
Ξένον τόκον εἶδον, ἀληθῶς οἱ πιστοί,
καὶ τὸν νοῦν εἰς οὐρανὸν νῦν μετέθεσαν,
ξενωθέντες τῆς ζωῆς τῆς κοσμικῆς.
Οὐρανὸς ὡς ἄλλος, ἀνεδείχθη Ἁγνή,
δεξαμένη τὸ σὸν σκῆνος τὸ ἄχραντον,
ἡ ἁγία καὶ σεπτὴ Γεθσημανῆ.
Πύλη σωτηρίας, ἐγεννήθης ἡμῖν,
ἀρχηγὸς τῆς νοητῆς ἀναπλάσεως,
κἄν ὑπείκεις τῇ τῆς φύσεως φθορά.
Ῥάβδος, ἡ τὸ ἄνθος, τὸ εὐῶδες Χριστόν,
ἐξανθήσασα τῷ τάφῳ νῦν τέθαπται,
ἵνα φύσῃ σωτηρίας τὸν καρπόν.
Σὺ γὰρ μόνη πέλεις, ἐν θνητοῖς ἀληθῶς,
ἀναστάσεως τὸν τύπον ἐκλάμπουσα,
Σὺ καὶ μόνη τῶν πταιόντων ἱλασμός.
Τάφος μὲν καλύπτει, τὸ σὸν σκῆνος, Ἁγνή,
τὴν δὲ θείαν σου ψυχὴν χειριζόμενος,
ὁ Υἱός σου ἀγκαλίζεται λαμπρῶς.
Ὕμνοις οὐρανίοις, ἐμελώδουν Σεμνή,
τὴν τριήμερον ταφήν σου οἱ ἄγγελοι,
καὶ τὴν δόξαν ἐμεγάλυνον τὴν σήν.
Φέγγος οὐρανόθεν, δεξαμένη Ἁγνή,
ἐχαρίτωσας ἡμᾶς τοὺς τιμῶντας σε,
καὶ γεραίροντας τὴν Κοίμησην τὴν σήν.
Χώραν ἀχωρήτου, τοῦ Θεοῦ Μαριάμ,
χρηματίσασαν καὶ ἅγιον τέμενος,
νῦν καλύπτει σὲ ἀγρὸς Γεθσημανῆς.
Ψάλλοντες τὸν τόκον, σοῦ τὸν θεῖον Ἁγνή,
ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ γεραίρομεν,
Σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.
Ὤ θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν,
ἡ πνοή μου τὸν δοτῆρα κυήσασα,
ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀνυμνοῦμεν Λόγε, σὲ τὸν πάντων Θεόν,
σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι,
καὶ δοξάζομεν οἱ πάντες εὐσεβῶς.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακαρίζομέν σε, Θεοτόκε Ἁγνή,
καὶ τιμῶμεν τὴν ἁγίαν σου Κοίμησιν,
καὶ τὴν ὕψωσιν ἐκ γῆς, πρὸς οὐρανόν.
Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί,
ἡ Θεὸν ἐν τῇ γαστρί σου χωρήσασα
καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
Μικρὰ συνάπτῃ.
«Ὅτι ηὐλόγηταί Σου τὸ ὄνομα καὶ δεδόξασταί Σου ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ …»
Στάσις δευτέρα
Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον,
τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα,
καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.
Βάτον ἐν Σινᾷ, ἀκατάφλεκτον εἶδε σε πάλαι,
Μωυσῆς γαστρί σου τὸ θεῖον πῦρ,
ὡς χωρήσασα ἀφλέκτως Μαριάμ.
Γόνιμος ὡς γῆ, ἀεὶ δείκνυται Παρθενομῆτορ,
πᾶσι τοῖς θερίζειν ἐθέλουσι,
σωτηρίαν ἡ σεμνὴ Γεθσημανῆ.
Δῆλον οὖν ἡμῖν, ὢ Παρθένε μὴ ἰσχύειν δίχα,
σοῦ τῆς μεσιτρίας ὀρθοβατεῖν,
τοῖς πανσέπτοις ἴχνεσι τοῦ Χριστοῦ.
Ἔνθα οἱ χοροί, Ἀποστόλων τε καὶ τῶν Ἀγγέλων,
ἵσταντο κυκλοῦντες ἐν ᾄσμασι,
παριστάμεθα Παρθένε καὶ ἡμεῖς.
Ζώωσον Ἁγνή, τοὺς εἰς σὲ πιστῶς καταφυγόντας,
διὰ τῆς ὑπὲρ αὐτῶν μεσιτίας σου,
πρὸς τὸν ἄναρχον Υἱὸν καὶ Παντουργόν.
Ἤρω Μαριάμ, κατὰ φύσεως βροτείας νίκην,
τὸν Χριστὸν ἀσπόρως κυήσασα,
ἀλλὰ θνῄσκεις νόμῳ φύσεως βροτῶν.
Θαῦμα ἀληθῶς, πῶς ἡ ἄναδρος θηλάζει βρέφος,
πῶς καὶ νεκροφόρος καθίστασαι,
ἡ Μητρόθεος ἐκτὸς διαφθορᾶς.
Ἴθυνον ἡμᾶς, πρὸς λιμένας σωτηρίους, Κόρη,
τοὺς χειμαζομένους ἐν κλύδωνι,
ψυχοφθόρων παραπτώσεων δεινῷ.
Κλῖμαξ πρὸς Θεόν, ὁ σὸς τάφος Παναγία,
πέλει ἄγουσα τοὺς πίστει ὑμνούντας σε,
καὶ τιμῶντας σου τὴν Κοίμησιν σεπτῶς.
Λόγος τοῦ Πατρός, ἐπεσκήνωσεν ἐν σοὶ Παρθένε,
καὶ πρὸς οὐρανὸν σὺ μετήγαγες,
τοὺς τὴν κύησιν δοξάζοντας τὴν σήν.
Μέτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου,
τῷ σῷ τόκῳ πάντες γεγόναμεν,
δι’ ὃ ᾄδομεν τὸ χαῖρε σοι σεμνή.
Νόμοι ἐπὶ σοί, οἱ τῆς φύσεως Ἁγνὴ Παρθένε,
σφόδρα παραδόξως καινίζονται,
ὡς κυήσασα Θεὸν Ἐμμανουήλ.
Ξένον ἀληθῶς, τὸ μυστήριον τῆς σῆς κυοφορίας,
Ἄχραντε ἀσπόρως γεννήσασα,
καὶ θηλάσασα τὸν Κτίστην τοῦ παντός.
Ὅλον τὸν Ἀδάμ, προσλαμβάνει ἐκ γαστρός σου,
θέλων ἐκτεμεὶν ῥιζόθεν παρακοήν,
ὁ Υἱός σου τὴν φυείσαν ἐν ἡμῖν.
Πύλη νοητή, τῆς ἐν γῇ φανερωθείσης Κόρῃ,
ἐκ τοῦ ὕψους θείας ἀνατολῆς,
ἀνεδείχθης Θεονύμφευτε πιστοῖς.
Ῥήτορες δεινοί, οὐδὲ Ἄγγελοι Παρθενομῆτορ,
σθένουσιν ἀξίως ὑμνήσαι σε,
τὴν ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ.
Σῶμα καὶ ψυχήν, ὑπερένδοξε Ἁγνὴ Παρθένε,
ἄσπιλα Θεῷ διετήρησας,
δι’ ὃ κάλλους σου ἠράσθη ὁ Χριστός.
Τόμος σὺ καινός, ἐν ὢ γέγραπτε ὁ θεῖος λόγος,
βίβλῳ τῆς ζωῆς τοὺς ὑμνούντας σε,
ἐγγραφῆναι καθικέτευε Ἁγνή.
Ὕμνους καὶ ᾠδάς, ἐξοδίους ὥσπερ μύρα Κόρη,
ἐπικήδεια σοι προσφέροντες,
ἐξαιτούμεθα πταισμάτων ἱλασμόν.
Φόβῳ καὶ χαρᾷ, καὶ ἡμεῖς ὥσπερ ἐκεῖνοι τότε,
πάρεσμεν τῷ τάφῳ σου Ἄχραντε,
ἐκπληττόμενοι τὴν κοίμησιν τὴν σήν.
Χαῖρε Μαριάμ, δι’ ἧς ἔλαμψε χαρὰ τῷ κόσμῳ,
καὶ ἀρᾷ ἡ καθ’ ἡμῶν ἐξωστράκισται,
τὸν Σωτῆρα κυησάσης ἐπὶ γῆς.
Ψάλλοντες τὸν σὸν, τόκον ἄσπιλε Παρθενομῆτορ,
ἀνυμνολογοῦμεν γεραίροντες,
σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.
Ὥσπερ οἱ νεκροὶ διὰ σοῦ ζωοποιούνται Κόρη,
οὕτω καὶ ἡμᾶς ζωοποίησον,
νεκρωθέντας πλημμελήμασι πολλοῖς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Δόξα τῷ Πατρί σὺν Υἱῷ τε καὶ τῷ Παναγίῳ Πνεύματι
προσάγομεν εὐσεβῶς,
τῇ Τριάδι τῇ Ἁγίᾳ καὶ σεπτή.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἄσμασι πιστοί, ὀρθοδόξοις τε καὶ εὐπροσδέκτοις,
πάντες ἀνυμνήσωμεν σήμερον,
τὴν Μητέρα τοῦ Θεοῦ δουλοπρεπῶς.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὴν Θεοδόχον,
τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα,
καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.
Μικρὰ συνάπτῃ.
«Ὅτι ἅγιος εἰ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ Θρόνου δόξῃς τῶν Χερουβεὶμ ἐπαναπαυόμενος καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, …»
Στάσις τρίτη
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.
Βλέψας οὐρανόθεν, Θεὸς τῶν ὅλων Κτίστης, ἐν τῇ γάστρί σου ᾔκει.
Γνῶσιν ἐξαιτοῦμεν, τῆς σῆς κυοφορίας, προξένου σωτηρίας.
Δυσώπει τὸν Υἱόν σου, οἰκτείραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.
Ἐν οὐρανῷ ἐστάναι, νομίζομεν Παρθένε, ἑστῶτες τῷ Ναῷ σου.
Ζῶσι καὶ τεθνεῶσι, τοῖς ἐπὶ σὲ θαρροῦσιν, ἀντίληψιν σὺ δίδως.
Ἡ γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, σοῦ ἄνω αἰρομένης.
Θανοῦσα ἀθανάτους, μετέβης πρὸς σκηνώσεις, ἐχθρὸν ἡ θανατοῦσα.
Ἵνα τὸ κάλλος βλέπεις, τοῦ σοῦ Υἱοῦ Παρθένε, πρὸς οὐρανοὺς μετέστης.
Καὶ ὄντως, ὢ Παρθένε, αἱ γενεαὶ πᾶσαι, μακαρίζουσί σε.
Λύτρωσιν παράσχου, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογούσι.
Μόνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.
Νέκρωσιν ὑπέστης, κυήσασα Παρθένε, τὸν νεκρωτὴν τοῦ Ἅδου.
Ξένον τόκον εἶδον, οἱ σὲ ὑμνολογοῦντες, ὡς μόνην Θεοτόκον.
Ὁ τάφος σου κηρύττει, Παρθένε τὴν ταφήν σου, καὶ τὴν μετάστασίν σου.
Πάντες οἱ λαοὶ σε, Δέσποιναν Παρθένε, καλοῦσι προσκυνοῦντες.
Ῥητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.
Σκιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.
Τὶς ἐξειπεῖν ἰσχύει, Παρθενομῆτορ μόνη, τὰς θείας ἀρετάς σου.
Ὕψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.
Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες.
Χριστιανῶν σε σκέπην, μάλιστα καὶ Μητέρα, κηρύττομεν οἱ πάντες.
Ψαύοντες σὴν κλίνην, σὲ ἀνυμνολογοῦμεν, Παρθενομῆτορ Κόρη.
Ὤ Μῆτερ καὶ Παρθένε, ἀπάλλαξον γεένης, τοὺς σὲ ὑμνολογούντας.
Ἔρραναν τὸν τάφον, μύροις τὸ Σὸν Σκῆνος, κηδεύσαντες Παρθένε.
Ἔρραναν τὸν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καὶ μύροις.
Ἔρραναν τὸν τάφον, μύροις Θεοτόκε, οἱ κηδεύσαντές σε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὤ Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς σου σῶσον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὤ Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ σὲ θαρροῦντας.
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.
Ὁ Χορός: (Ἀριστ.):
Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεῖς ἐν νεφέλαις, ἀξιοχρέως Κηδεύσει, τήν τοῦ ΚΥΡΙΟΥ Μητέρα, παρόντος καί τοῦ Σωτῆρος, σύν μυριάσιν Ἀγγέλων.
Ὁ Χορός: (Δέξ.):
Μετά βροντῆς ἐν νεφέλαις, τούς Ἀποστόλους ὁ Σωτήρ, πρός τήν τεκοῦσαν ἐκπέμπει, πόθω Κηδεύσαντας Αὐτήν κατέρχεται δέ καί Οὗτος, δορυφορούντων Ἀγγέλων.
Καί ἡ Ἀπόλυσις
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου